- Άγιος Ιωάννης Πρόδρομος και Βαπτιστής (Σύλληψη)
- Άγιος Νικόλαος ο παντοπώλης ο Νεομάρτυρας από το Καρπενήσι
- Άγιος Ανδρέας
- Άγιος Ιωάννης με τα δύο παιδιά του Πέτρο και Αντώνιο
- Αγία Ραΐς η παρθένος
- Οσίες Ξανθίππη και Πολυξένη
- Άγιος Ιωάννης ο Νεομάρτυρας ο εξ Αγαρηνών
- Άγιος Γρηγόριος Μητροπολίτης Άργους
- Άγιος Ιωάννης Πρόδρομος και Βαπτιστής (Σύλληψη)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἡ πρώην οὐ τίκτουσα, στεῖρα εὐφράνθητι, ἰδοὺ γὰρ συνέλαβες, Ἡλίου λύχνον σαφῶς, φωτίζειν τὸν μέλλοντα, πᾶσαν τὴν οἰκουμένην, ἀβλεψίαν νοσοῦσαν, χόρευε Ζαχαρία, ἐκβοῶν παρῥησίᾳ· Προφήτης τοῦ Ὑψίστου ἐστίν, ὁ μέλλων τίκτεσθαι.
Ἦχος α’. Χορὸς Ἀγγελικὸς
Εὐφραίνεται λαμπρῶς, Ζαχαρίας ὁ μέγας καὶ ἡ πανευκλεής, Ἐλισάβετ ἡ σύζυξ, ἀξίως συλλαμβάνουσα, Ἰωάννην τὸν Πρόδρομον, ὃν Ἀρχάγγελος εὐηγγελίσατο χαίρων, καὶ οἱ ἄνθρωποι, ἀξιοχρέως τιμῶμεν, ὡς μύστην τῆς χάριτος.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν Παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριήλ, γαστρὶ συνέλαβεν, ἀλλ’ ἐν νηδύϊ προσκιρτᾷ τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ.
Θυμιῶντι ἐν ναῷ, τῷ Ζαχαρίᾳ Ἱερεῖ, Γαβριὴλ ἐξ οὐρανοῦ, ἐπέστη λέγων πρὸς αὐτον· Ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ. Καὶ στείρωσις ἡ πρίν, τῆς Ἐλισάβετ νυνί, λυθήσεται εὐθύς, καὶ ἀκαρπία γονῆς, καὶ συλλαβοῦσα τέξεται τὸν κήρυκα, τοῦ Ἰησοῦ τε καὶ Πρόδρομον. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, σῶσον τάς ψυχὰς ἡμῶν.
Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.
- Άγιος Νικόλαος ο παντοπώλης ο Νεομάρτυρας από το Καρπενήσι
Ἦχος γ’. Θείας πίστεως.
Νίκας ἤνεγκας τῇ ᾿Εκκλησίᾳ, νῖκος ἔδωκας τῇ σῇ πατρίδι τῇ καλλινίκῳ ἀθλήσει, Νικόλαε. Νεομαρτύρων ἡ δόξα ἡ ἄφθιτος, ὁδὸν Κυρίου νεότητι ἔδειξας· ταῖς πρὸς Χριστὸν θερμαῖς δεήσεσιν ὅθεν ἱκέτευε ἀεὶ νίκας χαρίζεσθαι.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Καλλιδρόμης κλεινὸν ἀξιάγαστον βλάστημα καὶ Σχολῶν Εὐγενίου θεοδίδακτον καύχημα, Νικόλαον τιμήσωμεν πιστοί, νεώτατον Χριστοῦ τὸν μιμητήν, τὴν τῶν νέων ἀρετὴν ἀθλητικῶς κρατύνοντα. Δόξα τῷ δεδοκότι τὴν ἀλκήν, δόξα τῷ μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι ἐν παισὶν ἀεὶ θαυμάσια.
Τὸν Καρπενησίου κλεινὸν βλαστὸν καί τῆς νεολαίας Θεοφώτιστον ὁδηγόν, τῶν Νεομαρτύρων τὸν μέγα ἀριστέα, Νικόλαον τὸν Νέον, ὕμνοις τιμήσωμεν.
Τὸν ἐν παιδομάρτυσι θαυμαστόν, ἐκ Καρπενησίου Χριστομίμητον ὁδηγόν, εὐλαβῶν νέων ὑπέρμαχον προστάτην, Νικόλαον τὸν νέον, ὕμνοις τιμήσωμεν.
- Άγιος Ανδρέας
- Άγιος Ιωάννης με τα δύο παιδιά του Πέτρο και Αντώνιο
- Αγία Ραΐς η παρθένος
- Οσίες Ξανθίππη και Πολυξένη
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, τὸ φῶς δεχθεῖσα, ἔργοις ἔλαμψας, τῆς εὐσεβείας, Πολυξένη Ὁσία θεόληπτε· καὶ ἐν τῷ βίῳ Χριστὸν ἐμεγάλυνας, σὺν τῇ συγχρόνῳ ἀμέμπτοις σου πράξεσι· μεθ’ ἧς πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων ταῖς τρίβοις ἀκολουθήσασαι, ὑμῶν τὸν βίον ἐν ἔργοις, φιλαδελφείας καλῶς, καὶ ἀγάπης ἀκραιφνοῦς ἐδαπανήσατε, σῶφρον Ξανθίππη θαυμαστή, καὶ ὁσίων παμφαὲς, ὡράϊσμα Πολυξένη· καὶ νῦν Χριστὸν δυσωπεῖτε, ὑπὲρ ἡμῶν σεμναὶ αὐτάδελφοι.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Διαδραμοῦσαι πολιτείαν ὑπερθαύμαστον, ἐπὶ τῆς γῆς ὁσίων σύμμορφαι ἐδείχθητε γυναικῶν, Ξανθίππη θεία καὶ Πολυξένη· ὅθεν στέφανον δεξάμεναι ἀμάραντον ἐκ χειρῶν τοῦ Ἰησοῦ ἡμῶν ἀκούετε τῶν βοώντων νῦν· Χαίροις, ζεῦγος θειότατον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Πολυτρόποις πράξεσιν ὁσίου βίου, Πολυξένη πάνσεμνε, Χριστῷ λατρεύσασα πιστῶς, τῆς ἄνω δόξης ἠξίωσαι, ὐπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύουσα.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄστρα φωτεινὰ, τῆς Χριστοῦ Ἐκκλησίας, ἀσκήσεως φωτὶ, καὶ κηρύγματος αἴγλη, πυρσεύσατε ἅπαντας, τοὺς πιστούς· ὅθεν σήμερον, ἑορταζοντες, ὑμῶν τὴν πάντιμον μνήμην ἀνακράζομεν· Ξανθίππη καὶ Πολυξένη, ἀσκήτριαι χαίρετε.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν Ἰσπανίᾳ ὑπὲρ βρότειον φύσιν, ἀγωνισάμεναι ὁσίων τοὺς δήμους, ηὐφράνατε καὶ τάγματα σεπτῶν γυναικῶν, Πολυξένη ἔνθεε καὶ Ξανθίππη ὀλβία, ὄντως ὡραΐσατε, καὶ πρὸς δώματα δόξης, τοὺς γηγενεῖς ἰθύνατε σοφῶς, αὐτοῖς τὰ θεῖα κηρύξασαι γράμματα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἰχνηλατήσασαι, κλειναὶ ἀσκήτριαι, τὰ κατορθώματα, καὶ τὰ παλαίσματα, τῶν ἀποστόλων ἀρετῆς ἐδείχθητε μυροθῆκαι, καὶ αὐτῶν ἐφάμιλλοι, ἐν τοῖς τρόποις γενόμενοι, Πολυξένη πάντιμε καὶ Ξανθίππη εἰλήφατε, στεφάνους οὐρανόθεν καὶ χάριν, θεῖαι ὑπὲρ ἡμῶν πρεσβεύειν.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀσκήσεως νάμασιν, ἀνακαθάρασαι νοῦν, δοχεῖα γεγόνατε, ὡραία καὶ διαυγῆ, τοῦ Πνεύματος πάνσεμναι· ὅθεν ὑμᾶς τιμῶντες, Πολυξένη θεόφρον, καὶ γεραρὰ Ξανθίππη, ἑορτάζομεν πόθῳ, ὑμῶν μελισταγέσιν ᾠδαῖς, μνήμην τὴν πάμφωτον.
Ὁ Οἶκος
Ἄϋλον πολιτείαν, ἐπεδείξατε, θεῖαι αὐτάδελφοι ἀσκήτριαι ὄντως· ἀρνησάμεναι γὰρ πᾶν φθαρτὸν τῆς ἀφθάρτου δόξης κοινωνοί, ὤφθητε· διὸ ὑμᾶς γεραίροντες φωνοῦμεν εὐθαρσῶς τοιαῦτα·
Χαίρετε, λαμπροὶ σοφίας φάροι·
χαίρετε, στεῤῥοὶ ἀνδρείας στῦλοι.
Χαῖρε, Πολυξένη, συνέσεως μέλαθρον·
χαῖρε, ὦ Ξανθίππη, φρονήσεως μάργαρον.
Χαῖρε, κῆρυξ θείας χάριτος, Πολυξένη θαυμαστή·
χαῖρε, σάλπιγξ θείας γνώσεως, ὦ Ξανθίππη ἀγλαή.
Χαῖρε, γλῶσσα ὑμνοῦσα, Πολυξένη, τὸν Κτίστην·
χαῖρε, στόμα, Ξανθίππη, τὸ αἰνοῦν τὸν Δεσπότην.
Χαῖρε, λειμών, Ξανθίππη, σεμνότητος·
χαῖρε, εἰκών, ὁσία, χρηστότητος.
Χαῖρε, λαμπάς, Πολυξένη, τιμία·
χαῖρε, δυὰς ὁμαιμόνων ἁγία.
Χαίροις, ζεῦγος θειότατον.
Μεγαλυνάριον
Βίον διελθοῦσα ἀσκητικόν, Μῆτερ Πολυξένη, σὺν ὁμαίμονι τῇ σεμνῇ, σὺν αὐτῇ μετέσχες, τῆς ἄνω κληρουχίας, μεθ’ ἧς ἡμῖν ἐξαίτει, τὸ θεῖον ἔλεος.
Ἕτερον Μεγαλυνάριον
Χαίροις, αὐταδέλφων ἡ ξυνωρίς, γυναικῶν ὁσίων, ἀποστόλων μαθητριῶν, χαίροις Πολυξένη, καὶ πάνσεμνε Ξανθίππη, αἱ νουνεχῶς τὸν βίον, ἐκδαπανήσασαι.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ γυναικῶν θεοσεβῶν ἡ ὁμήγυρις, ἐπὶ τῇ μνήμῃ τῶν ἀσκητριῶν Ξανθίππης καὶ Πολυξένης· αὖται γὰρ ἐν ἀληθεῖ ὁσιότητι καὶ ἀρετῶν ταῖς πράξεσι, Χριστὸν ἐδόξασαν εὐαγγελικῶς πολιτευσάμεναι· καὶ νῦν ἐν ἀγκάλαις Ἀβραὰμ ἀναπαυόμεναι, πρεσβεύουσιν ἀπαύστως διδόναι ἡμῖν τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Ἕτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β´.
Ὑπεριπτάμεναι τῶν γηΐνων οὐρανίῳ φρονήματι, πρὸς ἀσκητικοὺς ἐχωρήσατε ἀγῶνας, Ξανθίππη καὶ Πολυξένη· νεκρώσασαι γὰρ τὴν σάρκα συντόνῳ ἀσκήσει, τὸν νοῦν ἐπτερώσατε γεγηθυῖαι πρὸς τὸν Κύριον, τῶν ἐφετῶν τὸ ἀκρότατον· Αὐτὸν οὖν καὶ ἡμᾶς ἀξιώσατε ἰδεῖν ἐν πόλῳ, τὸν δοξάζοντα τοὺς ἑπομένους Αὐτῷ, ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ.
Ἕτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ´.
Τὰ κρείττονα ζηλοῦσαι χαρίσματα, τρυφὰς καὶ δέοντα πάντα, ὥσπερ σκύβαλα ἠρνήσασθε, ὁμαίμονες ὁσίαι Πολυξένη καὶ Ξανθίππη· ἀσκητικῆς ὅθεν τελειότητος, πρακτικοὶ ὑφηγήτριαι γενόμενοι, πολλοὺς εἱλκύσατε πρὸς μίμησιν, τῶν θεοφιλῶν ὑμῶν καμάτων· καὶ νῦν ἐν τῇ οὐρανίῳ παστάδι, σὺν τῷ Νυμφίῳ Χριστῷ εὐφραινόμεναι, ἱκετεύσατε σωθῆναι τοὺς πόθῳ, ὑμᾶς τιμῶντας ἐν ᾄσμασιν.
Ἕτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ´.
Ἐξέπληξαν βροτοὺς τὰ λαμπρὰ ὑμῶν κατορθώματα, ἀσκήτριαι Ξανθίππη καὶ Πολυξένη· ὡς ἄσαρκοι γὰρ προσεπαλαίσατε ἐχθροῖς τοῖς ἀοράτοις, καὶ Κυρίῳ εὐηρεστήσατε· ἀναδραμοῦσαι οὖν πρὸς πόλον, χάριν εὕρατε πρεσβεύειν τῷ Κτίσαντι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
- Άγιος Ιωάννης ο Νεομάρτυρας ο εξ Αγαρηνών
Ἦχος πλάγιος α’. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυρα πάντες σεμνὸν τιμήσωμεν, ἐξ ἀλλοπίστων Κονίτσης, τὸν γενναιόφρονα ᾿Ιωάννην βαπτισθέντα τὸν μακάριον· τὸν μετὰ ζήλου τὸν Χριστὸν ὁμολογήσαντα Θεὸν ἀσκήσει καὶ μαρτυρίῳ· ἀεὶ δὲ πᾶσι κηρύττοντα ᾿Ορθοδοξίαν, σέβας τὸ σωτήριον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Κονίτσης τόν γόνον, Βραχωρίου τό καύχημα, καί Χριστοῦ ὁπλίτην τόν νέον, Ἰωάννην τιμήσωμεν· ἐκ ῥίζης γάρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπέρ Χριστοῦ, καί κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρός αὐτόν κραυγάζουσιν· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διά σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.
Τὴν πατρῴαν πίστιν σου, σοφέ, ἀφῆκας καὶ Χριστὸν ὡς Κύριον ὁμολογήσας καὶ Θεόν, ἐβίωσας τὰς ἐντολὰς τοῦ Εὐαγγελίου. ῎Εδωκας τῇ νέα πίστει καὶ τὴν ζωήν σου, διὰ τοῦτο καὶ κατελέχθης ἐν Νεομάρτυσιν, ᾿Ιωάννη ἔνδοξε.
Πίστιν ἀποπτύσας εἰδωλικὴν Χριστὸν ὡς Θεόν σου ὡμολόγησας, ἀγαθέ. ᾿Εν λόγοις καὶ ἐν βίῳ τιμῆς κατηξιώθης καὶ μαρτυρίου δόξης, ᾿Ιωάννη ἅγιε.
Μαρτυρίου χάριν σὺ ὁ λαβὼν καὶ ἐν Νεομαρτύρων τῇ χορείᾳ καταλεχθείς, τίμια λείψανα σου Μονῇ τῆς Προυσιωτίσσης, ὄλβον μέγαν ἀφῆκας, μάρτυς θεόσοφε.
- Άγιος Γρηγόριος Μητροπολίτης Άργους